Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.83 Joseph. AJ 18.88 (English) >>Joseph. AJ 18.92

18.86οἱ δὲ ἐν ὅπλοις τε ἦσαν πιθανὸν ἡγούμενοι τὸν λόγον, καὶ καθίσαντες ἔν τινι κώμῃ, Τιραθανὰ λέγεται, παρελάμβανον τοὺς ἐπισυλλεγομένους ὡς μεγάλῳ πλήθει τὴν ἀνάβασιν εἰς τὸ ὄρος ποιησόμενοι. 18.87φθάνει δὲ Πιλᾶτος τὴν ἄνοδον αὐτῶν προκαταλαβόμενος ἱππέων τε πομπῇ καὶ ὁπλιτῶν, οἳ συμβαλόντες τοῖς ἐν τῇ κώμῃ προσυνηθροισμένοις παρατάξεως γενομένης τοὺς μὲν ἔκτειναν, τοὺς δʼ εἰς φυγὴν τρέπονται ζωγρίᾳ τε πολλοὺς ἦγον, ὧν τοὺς κορυφαιοτάτους καὶ τοὺς ἐν τοῖς φυγοῦσι δυνατωτάτους ἔκτεινε Πιλᾶτος. 18.88

Καταστάντος δὲ τοῦ θορύβου Σαμαρέων βουλὴ παρὰ Οὐιτέλλιον ὑπατικὸν ἴασιν ἄνδρα Συρίας τὴν ἡγεμονίαν ἔχοντα καὶ Πιλάτου κατηγόρουν ἐπὶ τῇ σφαγῇ τῶν ἀπολωλότων· οὐ γὰρ ἐπὶ ἀποστάσει τῶν Ῥωμαίων, ἀλλʼ ἐπὶ διαφυγῇ τῆς Πιλάτου ὕβρεως εἰς τὴν Τιραθανὰ παραγενέσθαι. 18.89καὶ Οὐιτέλλιος Μάρκελλον τῶν αὐτοῦ φίλων ἐκπέμψας ἐπιμελητὴν τοῖς Ἰουδαίοις γενησόμενον Πιλᾶτον ἐκέλευσεν ἐπὶ Ῥώμης ἀπιέναι πρὸς κατηγοροῖεν οἱ Σαμαρεῖται διδάξοντα τὸν αὐτοκράτορα. καὶ Πιλᾶτος δέκα ἔτεσιν διατρίψας ἐπὶ Ἰουδαίας εἰς Ῥώμην ἠπείγετο ταῖς Οὐιτελλίου πειθόμενος ἐντολαῖς οὐκ ὂν ἀντειπεῖν. πρὶν δʼ ἐν τῇ Ῥώμῃ ἴσχειν αὐτὸν φθάνει Τιβέριος μεταστάς. 18.90

Οὐιτέλλιος δὲ εἰς τὴν Ἰουδαίαν ἀφικόμενος ἐπὶ Ἱεροσολύμων ἀνῄει, καὶ ἦν γὰρ αὐτοῖς ἑορτὴ πάτριος, πάσχα δὲ καλεῖται, δεχθεὶς μεγαλοπρεπῶς Οὐιτέλλιος τὰ τέλη τῶν ὠνουμένων καρπῶν ἀνίησιν εἰς τὸ πᾶν τοῖς ταύτῃ κατοικοῦσιν καὶ τὴν στολὴν τοῦ ἀρχιερέως καὶ τὸν πάντα αὐτοῦ κόσμον συνεχώρησεν ἐν τῷ ἱερῷ κειμένην ὑπὸ τοῖς ἱερεῦσιν ἔχειν τὴν ἐπιμέλειαν, καθότι καὶ πρότερον ἦν αὐτοῖς ἐξουσία.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.83 Joseph. AJ 18.88 (English) >>Joseph. AJ 18.92

Powered by PhiloLogic